Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.274 Joseph. AJ 5.280 (English) >>Joseph. AJ 5.285

5.278παρῄνει τε τὰς κόμας αὐτῷ μὴ ἀποκείρειν· ἔσται δʼ αὐτῷ πρὸς ἄλλο μὲν ποτὸν ἀποστροφὴ τοῦ θεοῦ τοῦτο προστάσσοντος, πρὸς ὕδωρ δὲ μόνον οἰκειότης”. καὶ μὲν ταῦτʼ εἰπὼν ᾤχετο κατὰ βούλησιν ἐλθὼν τοῦ θεοῦ. 5.279

δὲ τἀνδρὶ παραγενομένῳ τὰ παρὰ τοῦ ἀγγέλου ἐκδιηγήσατο ἐκθαυμάζουσα τοῦ νεανίσκου τὸ κάλλος καὶ τὸ μέγεθος, ὡς ἐκεῖνον ἐκ τῶν ἐπαίνων εἰς ἔκπληξιν κατὰ ζηλοτυπίαν περιστῆναι καὶ ὑπόνοιαν τὴν ἐκ τοιούτου πάθους κινουμένην. 5.280 δὲ βουλομένη τὴν ἄλογον τἀνδρὸς λύπην σταλῆναι τὸν θεὸν ἱκέτευε πάλιν πέμψαι τὸν ἄγγελον, ὡς ἂν καὶ τῷ ἀνδρὶ αὐτῆς ὁραθείη. καὶ παραγίνεται πάλιν κατὰ χάριν τοῦ θεοῦ ἄγγελος ὄντων ἐν τῷ προαστείῳ καὶ τῇ γυναικὶ φαίνεται τοῦ ἀνδρὸς μεμονωμένῃ. δʼ ἐπιμεῖναι δεηθεῖσα ὡς ἂν ἀγάγοι τὸν ἄνδρα συγχωρήσαντος μέτεισι τὸν Μάνωχον. 5.281 δὲ θεασάμενος οὐδʼ οὕτως ἐπαύετο τῆς ὑπονοίας ἠξίωσέ τι καὶ αὐτῷ δηλοῦν ὅσα καὶ τῇ γυναικὶ μηνύσειεν. ἀρκέσειν δὲ φράσαντος ταύτην μόνην εἰδέναι, τίς εἴη λέγειν ἐκέλευεν, ἵνα τοῦ παιδὸς γενομένου χάριν αὐτῷ καὶ δωρεὰν παράσχωσι. 5.282τοῦ δὲ μηδέ τινων αὐτῷ δεῖσθαι φήσαντος, οὐδὲ γὰρ κατὰ χρείαν ταῦτα εὐαγγελίσασθαι περὶ τῆς τοῦ παιδὸς γονῆς, τοῦ δὲ μεῖναι παρακαλοῦντος καὶ ξενίων μετασχεῖν οὐκ ἐπένευσε, πεισθεὶς δʼ ὅμως λιπαροῦντος ἐπιμεῖναι ὡς ἂν ξένιον αὐτῷ τι κομίσῃ,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.274 Joseph. AJ 5.280 (English) >>Joseph. AJ 5.285

Powered by PhiloLogic